Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.76 Joseph. AJ 11.80 (English) >>Joseph. AJ 11.85

11.79

Ὧν τῷ δευτέρῳ ἔτει τῆς εἰς Ἱεροσόλυμα καθόδου τῶν Ἰουδαίων μηνὶ δευτέρῳ παραγενομένων συνείχετο τοῦ ναοῦ κατασκευή· καὶ τοὺς θεμελίους ἐγείραντες τῇ νουμηνίᾳ τοῦ δευτέρου μηνὸς τοῦ δευτέρου ἔτους ἐπῳκοδόμουν, προστησάμενοι τῶν ἔργων Λευιτῶν τε τοὺς εἰκοστὸν ἔτος ἤδη γεγονότας καὶ Ἰησοῦν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς ἀδελφοὺς καὶ Ζοδμοῆλον τὸν ἀδελφὸν Ἰούδα τοῦ Ἀμιναδάβου καὶ τοὺς υἱοὺς αὐτοῦ. 11.80καὶ μὲν ναὸς πάσῃ χρησαμένων σπουδῇ τῶν τὴν ἐπιμέλειαν ἐγκεχειρισμένων θᾶττον προσεδόκησεν ἄν τις ἔλαβεν τέλος. ἀπαρτισθέντος δὲ τοῦ ἱεροῦ μετὰ σαλπίγγων οἱ ἱερεῖς ταῖς συνήθεσι στολαῖς κεκοσμημένοι καὶ οἱ Λευῖται καὶ οἱ Ἀσάφου παῖδες ἀναστάντες ὕμνουν τὸν θεόν, ὡς τὴν εἰς αὐτὸν εὐλογίαν Δαυίδης κατέδειξε πρῶτος. 11.81οἱ δὲ ἱερεῖς καὶ Λευῖται καὶ τῶν πατριῶν οἱ πρεσβύτεροι τὸν πρότερον ναὸν ταῖς μνήμαις ἀναπολοῦντες μέγιστόν τε καὶ πολυτελέστατον, καὶ τὸν γεγενημένον ὁρῶντες ὑπὸ πτωχείας ἐνδεέστερον τοῦ πάλαι κατασκευαζόμενον, ὅσον εἶεν τῆς ἀρχαίας εὐδαιμονίας ὑποβεβηκότες καὶ τῆς ἀξίας τοῦ ναοῦ λογιζόμενοι κατήφουν, καὶ τῆς ἐπὶ τούτῳ λύπης κρατεῖν οὐ δυνάμενοι μέχρι θρήνων καὶ δακρύων προήγοντο. 11.82 δὲ λαὸς ἠγάπα τοῖς παροῦσιν καὶ τῷ μόνον οἰκοδομῆσαι τὸ ἱερὸν τοῦ πρότερον ὄντος οὐδένα λόγον ποιούμενος οὐδʼ ἀνάμνησιν οὐδὲ πρὸς τὴν σύγκρισιν τὴν ἐκείνου βασανίζων αὑτὸν ὡς ἐπʼ ἐλάττοσιν οἷς ὑπελάμβανεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.76 Joseph. AJ 11.80 (English) >>Joseph. AJ 11.85

Powered by PhiloLogic